Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.302 Joseph. AJ 1.307 (English) >>Joseph. AJ 1.311

1.305Ῥαχήλα δὲ φοβουμένη, μὴ διὰ τὴν εὐτεκνίαν τῆς ἀδελφῆς ἥττονος παρὰ τἀνδρὸς μοίρας τυγχάνῃ, παρακατακλίνει τῷ Ἰακώβῳ τὴν αὑτῆς θεραπαινίδα Βάλλαν. ἐγένετο δὲ παιδίον ἐξ αὐτῆς Δάν, θεόκριτον ἄν τινες εἴποιεν κατὰ τὴν Ἑλλήνων γλῶτταν· καὶ μετʼ αὐτὸν Νεφθάλεις, μηχανητὸς οἷον, διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. 1.306τὸ δʼ αὐτὸ καὶ Λεία ποιεῖ πρὸς τὸ τῆς ἀδελφῆς ἔργον ἀντιτεχνασαμένη· παρακατακλίνει γὰρ τὴν αὑτῆς θεράπαιναν γίνεταί τε καὶ ἐκ τῆς Ζελφῆς υἱὸς Γάδας, τυχαῖον ἄν τις καλέσειεν αὐτόν, καὶ μετʼ αὐτὸν Ἄσηρος, μακαριστὴς λέγοιτʼ ἂν ἐξ ὧν πρὸς εὔκλειαν προσελάμβανε. 1.307Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι διʼ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δʼ οὐ πειθομένης, ἀρκεῖσθαι δʼ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρʼ αὐτῇ κατʼ ἐκείνην τὴν ἑσπέραν. 1.308τῆς δὲ προσιεμένης τὴν χάριν Ἰάκωβος συγκαθεύδει τῇ Λείᾳ Ῥαχήλᾳ χαριζόμενος. πάλιν οὖν γίνονται παῖδες αὐτῇ, Ἰσσαχάρης μὲν σημαίνων τὸν ἐκ μισθοῦ γενόμενον, Ζαβουλὼν δὲ ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, θυγάτηρ δὲ Δεῖνα. χρόνοις δʼ ὕστερον καὶ Ῥαχήλᾳ γίνεται Ἰώσηπος υἱός· προσθήκην γενησομένου τινὸς δηλοῖ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.302 Joseph. AJ 1.307 (English) >>Joseph. AJ 1.311

Powered by PhiloLogic